Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.16 Dem. 56.20 (English) >>Dem. 56.23

56.18ταῦτα τοίνυν, ἄνδρες δικασταί, προκαλεσαμένων ἡμῶν Διονυσόδωρον τουτονὶ πολλάκις, καὶ ἐπὶ πολλὰς ἡμέρας ἐκτιθέντων τὴν πρόκλησιν, εὐήθεις ἔφη παντελῶς ἡμᾶς εἶναι, εἰ ὑπολαμβάνομεν αὐτὸν οὕτως ἀλογίστως ἔχειν ὥστʼ ἐπὶ διαιτητὴν βαδίζειν, προδήλου ὄντος ὅτι καταγνώσεται αὐτοῦ ἀποτεῖσαι τὰ χρήματα, ἐξὸν αὐτῷ ἐπὶ τὸ δικαστήριον ἥκειν φέροντα τὸ ἀργύριον, εἶτʼ ἐὰν μὲν δύνηται ὑμᾶς παρακρούσασθαι, ἀπιέναι τἀλλότρια ἔχοντα, εἰ δὲ μή, τηνικαῦτα καταθεῖναι τὰ χρήματα, ὡς <ἂν> ἄνθρωπος οὐ τῷ δικαίῳ πιστεύων, ἀλλὰ διάπειραν ὑμῶν λαμβάνειν βουλόμενος.

56.19τὰ μὲν τοίνυν πεπραγμένα Διονυσοδώρῳ ἀκηκόατε, ἄνδρες δικασταί· οἴομαι δʼ ὑμᾶς θαυμάζειν ἀκούοντας πάλαι τὴν τόλμαν αὐτοῦ, καὶ τῷ ποτε πιστεύων εἰσελήλυθεν δευρί. πῶς γὰρ οὐ τολμηρόν, εἴ τις ἄνθρωπος δανεισάμενος χρήματα ἐκ τοῦ ἐμπορίου τοῦ Ἀθηναίων, 56.20καὶ συγγραφὴν διαρρήδην γραψάμενος ἐφʼ τε καταπλεῖν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον, εἰ δὲ μή, ἀποτίνειν διπλάσια τὰ χρήματα, μήτε τὴν ναῦν κατακεκόμικεν εἰς τὸν Πειραιᾶ μήτε τὰ χρήματα ἀποδίδωσι τοῖς δανείσασιν, τόν τε σῖτον ἐξελόμενος ἐν Ῥόδῳ ἀπέδοτο, καὶ ταῦτα διαπεπραγμένος μηδὲν ἧττον τολμᾷ βλέπειν εἰς τὰ ὑμέτερα πρόσωπα; 56.21 δὴ λέγει πρὸς ταῦτα ἀκούσατε. φησὶ γὰρ τὴν ναῦν πλέουσαν ἐξ Αἰγύπτου ῥαγῆναι, καὶ διὰ ταῦτα ἀναγκασθῆναι καὶ προσσχεῖν εἰς τὴν Ῥόδον κἀκεῖ ἐξελέσθαι τὸν σῖτον. καὶ τούτου τεκμήριον λέγει, ὡς ἄρα ἐκ τῆς Ῥόδου μισθώσαιτο πλοῖα καὶ δεῦρο ἀποστείλειε τῶν χρημάτων ἔνια. ἓν μὲν τοῦτό ἐστιν αὐτῷ μέρος τῆς ἀπολογίας, δεύτερον δʼ ἐκεῖνο·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.16 Dem. 56.20 (English) >>Dem. 56.23

Powered by PhiloLogic